Τετάρτη, Μαρτίου 22, 2017

Ἑρμοῦ Χθονίου

Κωκυτοῦ ναίων ἀνυπόστροφον οἶμον ἀνάγκης, 
ὃς ψυχὰς θνητῶν κατάγεις ὑπὸ νέρτερα γαίης, 
Ἑρμῆ, βακχεχόροιο Διωνύσοιο γένεθλον 
καὶ Παφίης κούρης, ἑλικοβλεφάρου Ἀφροδίτης, 
ὃς παρὰ Περσεφόνης ἱερὸν δόμον ἀμφιπολεύεις, 
αἰνομόροις ψυχαῖς πομπὸς κατὰ γαῖαν ὑπάρχων, 
ἃς κατάγεις, ὁπόταν μοίρης χρόνος εἰσαφίκηται 
εὐιέρωι ῥάβδωι θέλγων ὑπνοδώτειρα πάντα, 
καὶ πάλιν ὑπνώοντας ἐγείρειςἦ σοὶ γὰρ ἔδωκε τιμὴν 
τιμὴν Φερσεφόνεια θεὰ κατὰ Τάρταρον εὐρὺν 
ψυχαῖς ἀενάοις θνητῶν ὁδὸν ἡγεμονεύειν. 
ἀλλά, μάκαρ, πέμποις μύσταις τέλος ἐσθλὸν ἐπ' ἔργοις.

Δεν υπάρχουν σχόλια: